FANDOM

1,928,148 Pages

StarIconGreen
LangIcon
​Το Κάλεσμα Των Ναϊάδων - The Calling Of The Naiades

This song is by Daemonia Nymphe.

Νύμφαι, θυγατέρες μεγαλήτορος Ωκεανοίο,
υγροπόροις γαίης υπό κεύθεσιν οικί' έχουσαι,
κρυψίδρομοι, Βάκχοιο τροφοί, χθόνιαι, πολυγηθείς,
σύν Πανί σκιρτώσαι αν' ούρεα, ευάστειραι,
Νύσιαι, μανικαί, παιωνίδες, ειαροτερπείς,
σύν Βάκχωι Δηοί τε χάριν θνητοίσι φέρουσαι έλθετ' επ'
ευφήμοις ιεροίς κεχαρηότι θυμώι νάμα χέουσαι υγεινόν αεξιτρόφοισιν εν ώραις.
Νύμφαι, αντροχαρείς, σπήλυγξι κεχαρμέναι, ηερόφοιτοι,
πηγαίαι, δρομάδες, δροσοείμονες, ίχνεσι κούφαι,
φαινόμεναι, αφανείς, αυλωνιάδες, πολυανθείς,
σύν Πανί σκιρτώσαι αν' ούρεα, ευάστειραι, Νύσιαι, μανικαί,
παιωνίδες, ειαροτερπείς, σύν Βάκχωι Δηοί τε χάριν θνητοίσι
φέρουσαι έλθετ' επ' ευφήμοις ιεροίς κεχαρηότι θυμώι νάμα χέουσαι υγεινόν αεξιτρόφοισιν εν ώραις.
Υμάς κικλήσω πέμπειν μύσταις πολύν όλβον Υμείς γαρ πρώται
τελετήν ανεδείξατε σεμνήν Ευιερού βάκχοιο και αγνής Περσεφονης